Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.257 Joseph. AJ 8.262 (English) >>Joseph. AJ 8.267

8.260μέμνηται δὲ ταύτης τῆς στρατείας καὶ Ἁλικαρνασεὺς Ἡρόδοτος περὶ μόνον τὸ τοῦ βασιλέως πλανηθεὶς ὄνομα, καὶ ὅτι ἄλλοις τε πολλοῖς ἐπῆλθεν ἔθνεσι καὶ τὴν Παλαιστίνην Συρίαν ἐδουλώσατο λαβὼν ἀμαχητὶ τοὺς ἀνθρώπους τοὺς ἐν αὐτῇ. 8.261φανερὸν δʼ ἐστίν, ὅτι τὸ ἡμέτερον ἔθνος βούλεται δηλοῦν κεχειρωμένον ὑπὸ τοῦ Αἰγυπτίου· ἐπάγει γάρ, ὅτι στήλας κατέλιπεν ἐν τῇ τῶν ἀμαχητὶ παραδόντων ἑαυτοὺς αἰδοῖα γυναικῶν ἐγγράψας· Ῥοβόαμος δʼ αὐτῷ παρέδωκεν ἡμέτερος βασιλεὺς ἀμαχητὶ τὴν πόλιν. 8.262φησὶ δὲ καὶ Αἰθίοπας παρʼ Αἰγυπτίων μεμαθηκέναι τὴν τῶν αἰδοίων περιτομήν· Φοίνικες γὰρ καὶ Σύροι οἱ ἐν τῇ Παλαιστίνῃ ὁμολογοῦσι παρʼ Αἰγυπτίων μεμαθηκέναι.” δῆλον οὖν ἐστιν, ὅτι μηδένες ἄλλοι περιτέμνονται τῶν ἐν τῇ Παλαιστίνῃ Σύρων μόνοι ἡμεῖς. ἀλλὰ περὶ μὲν τούτων ἕκαστοι λεγέτωσαν τι ἂν αὐτοῖς δοκῇ. 8.263

Ἀναχωρήσαντος δὲ Ἰσώκου Ῥοβόαμος βασιλεὺς ἀντὶ μὲν τῶν χρυσέων θυρεῶν καὶ τῶν ἀσπίδων χάλκεα ποιήσας τὸν αὐτὸν ἀριθμὸν παρέδωκε τοῖς τῶν βασιλείων φύλαξιν. ἀντὶ δὲ τοῦ μετὰ στρατηγίας ἐπιφανοῦς καὶ τῆς ἐν τοῖς πράγμασι λαμπρότητος διάγειν ἐβασίλευσεν ἐν ἡσυχίᾳ πολλῇ καὶ δέει πάντα τὸν χρόνον ἐχθρὸς ὢν Ἱεροβοάμῳ. 8.264ἐτελεύτησε δὲ βιώσας ἔτη πεντήκοντα καὶ ἑπτὰ βασιλεύσας δʼ αὐτῶν ἑπτακαίδεκα, τὸν τρόπον ἀλαζὼν ἀνὴρ καὶ ἀνόητος καὶ διὰ τὸ μὴ προσέχειν τοῖς πατρῴοις φίλοις τὴν ἀρχὴν ἀπολέσας· ἐτάφη δʼ ἐν Ἱεροσολύμοις ἐν ταῖς θήκαις τῶν βασιλέων. διεδέξατο δʼ αὐτοῦ τὴν βασιλείαν υἱὸς Ἀβίας ὄγδοον ἤδη καὶ δέκατον ἔτος Ἱεροβοάμου τῶν δέκα φυλῶν βασιλεύοντος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.257 Joseph. AJ 8.262 (English) >>Joseph. AJ 8.267

Powered by PhiloLogic